antiphilus
Παμφάγος ἑρπηστὴς κατὰ δώματα λιχνοβόρος μῦς,
ὄστρεον ἀθρήσας χείλεσι πεπταμένον,
πώγωνος διεροῖο νόθην ὠδάξατο σάρκα
αὐτίκα δ᾽ ὀστρακόεις ἐπλατάγησε δόμος,
ἁρμόσθη δ᾽ ὀδύναισιν ὁ δ᾽ ἐν κλείθροισιν ἀφύκτοις
ληφθεὶς αὐτοφόνον τύμβον ἐπεσπάσατο. [p. 46]