apollonides
ἡδὺ παρειάων πρῶτον θέρος ἤματι τούτῳ
κείρεο, καὶ γενύων ἠιθέους ἕλικας,
Γάιε: σὸν δὲ πατὴρ χερὶ δέξεται εὐκτὸν ἴουλον
Λεύκιος, αὐξομένου πουλὺν ἐς ἠέλιον.
δωρεῦνται χρυσέοισιν, ἐγὼ δ᾽ ἱλαροῖς ἐλέγοισιν
οὐ γὰρ δὴ πλούτου Μοῦσα χερειοτέρη.