philodemus
Κύπρι γαληναίη, φιλονύμφιε, Κύπρι δικαίων
σύμμαχε, Κύπρι Πόθων μῆτερ ἀελλοπόδων,
Κύπρι, τὸν ἡμίσπαστον ἀπὸ κροκέων ἐμὲ παστῶν,
τὸν χιόσι ψυχὴν Κελτίσι νιφόμενον,
Κύπρι, τὸν ἡσύχιόν με, τὸν οὐδενὶ κοῦφα λαλεῦντα,
τὸν σέο πορφυρέῳ κλυζόμενον πελάγει, [p. 16]
Κύπρι φιλορμίστειρα, φιλόργιε, σῷζέ με, Κύπρι,
Ναϊακοὺς ἤδη, δεσπότι, πρὸς λιμένας.