antipater
ὠκύμορόν με λέγουσι δαήμονες ἀνέρες ἄστρων
εἰμὶ μέν, ἀλλ᾽ οὔ μοι τοῦτο, Σέλευκε, μέλει.
εἰς ἀίδην μία πᾶσι καταίβασις εἰ δὲ ταχίων
ἡμετέρη, Μίνω θᾶσσον ἐποψόμεθα.
πίνωμεν καὶ δὴ γὰρ ἐτήτυμον, εἰς ὁδὸν ἵππος
οἶνος, ἐπεὶ πεζοῖς ἀτραπὸς εἰς ἀίδην. [p. 80]