lucillius
ἐκ ποίων ἔταμες, Διονύσιε, τὰ ξύλα ταῦτα
λατομιῶν; ποίων τὸ σκάφος ἐστὶ μύλων;
εἰ γὰρ ἐγώ τι νοῶ, μολίβου γένος, οὐ δρυός ἐστιν,
οὐδ᾽ ἐλάτης, μικροῦ ῥιζοβολεῖ τὰ κάτω
καὶ τυχὸν ἐξαπίνης ἔσομαι λίθος: εἶτα, τὸ χεῖρον,
γράψει μ᾽ ὡς Νιόβην δρᾶμα σαπρὸν Μελίτων.