agathias scholasticus
οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας
ὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσῃ:
εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ,
ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις.
ἀλλ᾽ οὐ σεῖο μέλαθρά με δέξεται: οὐ γὰρ ἔγωγε
βήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος.
εἰ δὲ ποτ᾽ ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ᾽ ἄνυσσεν
Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας:
ἀλλ᾽ ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω,
Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.