pseudo-lucianus
ἵλαθι, Γραμματικὴ φυσίζοε, ἵλαθι λιμοῦ
φάρμακον εὑρομένη ‘ μῆνιν ἄειδε θεά.’
νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι,
καὶ βωμὸν θυέων μή ποτε δευόμενον.
καὶ γὰρ σοῦ μεσταὶ μὲν ὁδοί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες, πάντων δέκτρια Γραμματική.