pseudo-lucianus
μηδείς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου
ποιήσειε θεῶν, ᾗ σὺ κατασπαταλᾷς, [p. 264]
ἔσθων ἐκτραπέλως στομάχων κακά, χείρονα λιμοῦ,
οἷα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία.
πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον, ἢ πρὶν ἐπείνων,
ἢ χορτασθείην τῆς παρὰ σοὶ σπατάλης.