pseudo-lucianus
τοῦ πωγωνοφόρου κυνικοῦ, τοῦ βακτροπροσαίτου,
εἴδομεν ἐν δείπνῳ τὴν μεγάλην σοφίαν.
θέρμων μὲν γὰρ πρῶτον ἀπέσχετο καὶ ῥαφανίδων,
μὴ δεῖν δουλεύειν γαστρὶ λέγων ἀρετήν.
εὖτε δ᾽ ἐν ὀφθαλμοῖσιν ἴδεν χιονώδεα βόλβαν
στρυφνήν, ἣ πινυτὸν ἤδη ἔκλεπτε νόον,
ᾔτησεν παρὰ προσδοκίαν, καὶ ἔτρωγεν ἀληθῶς,
κοὐδὲν ἔφη βόλβαν τὴν ἀρετὴν ἀδικεῖν,