honestus
Αὐτοθελὴς ἥδιστος ἀεὶ πότος: ὃς δὲ κ᾽ ἀνάγκῃ,
ὑβριστὴς οἴνῳ τ᾽ ἐστὶ καὶ οἰνοπότῃ.
τὸν μὲν γὰρ γαίῃ προχέει κρύφα: τὸν δ᾽ ὑπὸ γαίῃ
πολλάκι πρὸς Λήθης ἤγαγε πικρὸν ὕδωρ.
πουλυμεθεῖς χαίροιτε: τὸ δ᾽ ὁππόσον ἡδὺ ποθῆναι,
μέτρον ἐμοὶ πάσης ἄρκιον εὐφροσύνης. [p. 92]