euenus
Βάκχου μέτρον ἄριστον, ὃ μὴ πολύ, μηδ᾽ ἐλάχιστον:
ἔστι γάρ ἢ λύπης αἴτιος ἢ μανίης.
χαίρει κιρνάμενος δὲ τρισὶν Νύμφαισι τέταρτος:
τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος:
εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν Ἔρωτας,
βαπτίζει δ᾽ ὕπνῳ γείτονι τοῦ θανάτου.