automedon
εὐδαίμων, πρῶτον μὲν ὁ μηδενὶ μηδὲν ὀφείλων:
εἶτα δ᾽ ὁ μὴ γήμας τὸ τρίτον, ὅστις ἄπαις.
ἢν δὲ μανεὶς γήμῃ τις, ἔχει χάριν, ἢν κατορύξῃ
εὐθὺς τὴν γαμετήν, προῖκα λαβὼν μεγάλην.
ταῦτ᾽ εἰδὼς σοφὸς ἴσθι μάτην δ᾽ Ἐπίκουρον ἔασον
ποῦ τὸ κενὸν ζητεῖν, καὶ τίνες αἱ μονάδες.