nicarchus ii
γραῖα καλὴ ῾τί γάρ;᾿ οἶσθας ὅτ᾽ ἦν νέα: ἀλλὰ τότ᾽ ᾔτει,
νῦν δ᾽ ἐθέλει δοῦναι μισθὸν ἐλαυνομένη.
εὑρήσεις τεχνῖτιν ὅταν δὲ πίῃ, τότε μᾶλλον
εἰς ὃ θέλεις αὐτὴν εὐεπίτακτον ἔχεις.
πίνει γὰρ καὶ τρεῖς καὶ τέσσαρας, ἢν ἐθελήσῃς,
ξέστας, κἀκ τούτου γίνετ᾽ ἄνω τὰ κάτω:
κολλᾶται, κνίζει, παθικεύεται: ἤν τι διδῷ τις,
λαμβάνει: ἢν μὴ δῷ, μισθὸν ἔχει τὸ πάθος. [p. 108]