callimachus
ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ,
ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ:
οὐ θαρσέω. μὴ δή με περίπλεκε: πολλάκι λήθει
τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός.
τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς
οὗτος ὁ † σειγαρνης εἰς τὸν ἔρωτα βάλῃ.