posidippus
Ναννοῦς καὶ Λύδης ἐπίχει δύο, καὶ φιλεράστου
Μιμνέρμου, καὶ τοῦ σώφρονος Ἀντιμάχου:
συγκέρασον τὸν πέμπτον ἐμοῦ: τὸν δ᾽ ἕκτον ἑκάστου,
Ἡλιόδωρ᾽, εἴπας, ὅστις ἐρῶν ἔτυχεν
ἕβδομον Ἡσιόδου, τὸν δ᾽ ὄγδοον εἶπον Ὁμήρου,
τὸν δ᾽ ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον.
μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι: τἆλλα δ᾽ ἔρωτες
νήφοντ᾽ οἰνωθέντ᾽ οὐχὶ λίην ἄχαριν.