straton
ἄχρι τίνος ταύτην τὴν ὀφρύα τὴν ὑπέροπτον,
Μέντορ, τηρήσεις, μηδὲ τὸ χαῖρε λέγων,
ὡς μέλλων αἰῶνα μένειν νέος, ἢ διὰ παντὸς
ὀρχεῖσθαι πυρίχην; καὶ τὸ τέλος πρόβλεπε.
ἥξει σοι πώγων, κακὸν ἔσχατον, ἀλλὰ μέγιστον
καὶ τότ᾽ ἐπιγνώσῃ τί σπάνις ἐστὶ φίλων.