straton
καὶ μισθοὺς αἰτεῖτε, διδάσκαλοι; ὡς ἀχάριστοι
ἐστέ: τί γάρ; τὸ βλέπειν παιδία μικρὸν ἴσως;
καὶ τούτοισι λαλεῖν, ἀσπαζομένους τε φιλῆσαι;
τοῦτο μόνον χρυσῶν ἄξιον οὐχ ἑκατόν;
πεμπέτω, εἴ τις ἔχει καλὰ παιδία: κἀμὲ φιλείτω,
μισθὸν καὶ παρ᾽ ἐμοῦ λαμβανέτω τί θέλει,