statyllius flaccus
σαῖς ἴκελον προὔπεμπον ἐγὼ Πολέμωνα παρειαῖς,
ἢν ἔλθῃ, θύσειν ὄρνιν ὑποσχόμενος:
οὐ δέχομαι φθονεροῖς, Παιάν, φρίσσοντα γενείοις,
τοιούτου τλήμων εἵνεκεν εὐξάμενος.
οὐδὲ μάτην τίλλεσθαι ἀναίτιον ὄρνιν ἔοικεν,
ἢ συντιλλέσθω, Δήλιε, καὶ Πολέμων.