meleager
εἴ σε Πόθοι στέργουσι, Φιλόκλεες, ἥ τε μυρόπνους
πειθώ, καὶ κάλλευς ἀνθολόγοι Χάριτες,
ἀγκὰς ἔχοις Διόδωρον, ὁ δὲ γλυκὺς ἀντίος ᾁδοι
Δωρόθεος, κείσθω δ᾽ εἰς γόνυ Καλλικράτης,
ἰαίνοι δὲ Δίων τόδ᾽ ἐύστοχον ἐν χερὶ τείνων
σὸν κέρας, Οὐλιάδης δ᾽ αὐτὸ περισκυθίσαι,
δοίη δ᾽ ἡδὺ φίλημα Φίλων, Θήρων δὲ λαλήσαι,
θλίβοις δ᾽ Εὐδήμου τιτθὸν ὑπὸ χλαμύδι. [p. 330]
εἰ γάρ σοι τάδε τερπνὰ πόροι θεός, ὦ μάκαρ, οἵαν
ἀρτύσεις παίδων Ῥωμαϊκὴν λοπάδα.