philippus
συλήσαντες Ὄλυμπον ἴδ᾽ ὡς ὅπλοισιν Ἔρωτες
κοσμοῦντ᾽ ἀθανάτων, σκῦλα φρυασσόμενοι.
Φοίβου τόξα φέρουσι, Διὸς δὲ κεραυνόν,Ἄρηος
ὅπλον καὶ κυνέην, Ἡρακλέους ῥόπαλον,
ῥόπαλον τε θεοῦ τριβελὲς δόρυ, θύρσα τε Βάκχου,
πτηνὰ πέδιλ᾽ Ἑρμοῦ, λαμπάδας Ἀρτέμιδος.
οὐκ ἄχθος θνητοῖς εἴκειν βελέεσσιν ἐρώτων,
δαίμονες οἷς ὅπλων κόσμον ἔδωκαν ἔχειν. [p. 288]