theaetetus
εἰς τὸν αὐτόνὙλοβάτας, φιλόδενδρος, ὀρεσσαύλου πόσις Ἀχοῦς,
Πάν, σκοπός, εὐκεράου μαλοφύλαξ ἀγέλας,
Πὰν ὁ δασυκνάμων, ὁ πολύσπορος, ὃς μετανάστας
ἔδραμον αἰχματᾶν ἐς δάιν Ἀσσυρίων,
Μιλτιάδου στήσαντος ὁμάσπιδα περσοδιώκτην,
ἵσταμαι, ἀκλήτου ξείνια συμμαχίης.
ἄλλοις ἀκροπόληες: ὁ μηδοφόνος δὲ δέδασται
ξυνὸς ἐμὶν Μαραθὼν καὶ μαραθωνομάχοις.