posidippus
εἰς ἄγαλμα τοῦ Καιροῦ1 τίς πόθεν ὁ πλάστης; 2 Σικυώνιος. 3 οὔνομα δὴ τίς;
4 Λύσιππος. 5 σὺ δὲ τίς; 6 καιρὸς ὁ πανδαμάτωρ.
7 τίπτε δ᾽ ἐπ᾽ ἄκρα βέβηκας; 8 ἀεὶ τροχάω. 9 τί δὲ ταρσοὺς
ποσσὶν ἔχεις διφυεῖς; 10 Ἵπταμ᾽ ὑπηνέμιος.
11 χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; 12 ἀνδράσι δεῖγμα,
ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.
13 ἡ δὲ κόμη, τί κατ᾽ ὄψιν; 14 Ὑπαντιάσαντι λαβέσθαι.
15 νὴ Δία, τἀξόπιθεν δ᾽ εἰς τί φαλακρὰ πέλει;
16 τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν
οὔτις ἔθ᾽ ἱμείρων δράξεται ἐξόπιθεν.
17 τοὔνεχ᾽ ὁ τεχνίτης σε διέπλασεν; 18 εἵνεκεν ὑμέων,
ξεῖνε: καὶ ἐν προθύροις θῆκε διδασκαλίην.

