leonidas
εἰς Ἀνακρέονταπρέσβυν Ἀνακρείοντα χύδαν σεσαλαγμένον οἴνῳ
θάεο δινωτοῦ στρεπτὸν ὕπερθε λίθου,
ὡς ὁ γέρων λίχνοισιν ἐπ᾽ ὄμμασιν ὑγρὰ δεδορκὼς
ἄχρι καὶ ἀστραγάλων ἕλκεται ἀμπεχόναν:
δισσῶν δ᾽ ἀρβυλίδων τὰν μὲν μίαν, οἷα μεθυπλήξ,
ὤλεσεν: ἐν δ᾽ ἑτέρᾳ ῥικνὸν ἄραρε πόδα.
μέλπει δ᾽ ἠὲ Βάθυλλον ἐφίμερον, ἠὲ Μεγιστέα,
αἰωρῶν παλάμᾳ τὰν δυσέρωτα χέλυν.
ἀλλὰ πάτερ Διόνυσε, φύλασσέ μιν οὐ γὰρ ἔοικεν
ἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα.