Θεοκρίτου του Χίου
“Θεόκριτος: Χῖος, ῥήτωρ, μαθητὴς Μητροδώρου τοῦ Ἰσοκρατικοῦ. ἔγραψε Χρείας. ἀντεπολιτεύσατο δὲ Θεοπόμπῳ τῷ ἱστορικῷ. φέρεται αὐτοῦ Ἱστορία Λιβύης, καὶ Ἐπιστολαὶ Θαυμάσιαι.” Suid. “Ἀντίγονον δὲ τὸν βασιλέα τῶν Μακεδόνων ἑτερόφθαλμον ὄντα τὴν πῄρωσιν προφέρων (ὁ Θεόκριτος) εἰς οὐ μετρίαν ὀργὴν κατέστησε. τὸν γὰρ ἀρχιμάγειρον Εὐτροπίωνα πέμψας ὁ βασιλεὺς πρὸς αὐτὸν οὔπω γεγενημένον ἐν τάξει, παραγενέσθαι πρὸς αὐτὸν ἠξίου καὶ λόγον δοῦναι καὶ λαβεῖν. ταῦτα δ᾽ ἀπαγγέλλοντος ἐκείνου πρὸς αὐτὸν καὶ πολλάκις προσιόντος ‘εὖ οἶδα’ ἔφησεν ‘ὅτι ὠμόν με θέλεις τῷ Κύκλωπι παραθεῖναι,’ ὀνειδίζων τὸν μὲν ὅτι πηρός, τὸν δ᾽ ὅτι μάγειρος ἦν. κἀκεῖνος ‘τοιγαροῦν’ εἰπών ‘τὴν κεφαλὴν οὐχ ἕξεις ἀλλὰ τῆς ἀθυροστομίας ταύτης καὶ μανίας δώσεις δίκην,’ ἀπήγγειλε τὰ εἰρημένα τῷ βασιλεῖ, ὁ δὲ πέμψας ἀνεῖλε τὸν Θεόκριτον.” Plut. Puer. Educ. 11 B “ἔγραψεν δὲ καί ποτε Ἀλέξανδρος ταῖς ἐν Ἰωνίᾳ πόλεσιν καὶ πρώτοις Χίοις, ὅπως αὐτῷ πορφύραν ἀποστείλωσιν. ᾔθελεν γὰρ τοὺς ἑταίρους ἅπαντας ἁλουργὰς ἐνδῦσαι στολάς. ἀναγνωθείσης δὲ τῆς ἐπιστολῆς Χίοις παρὼν Θεόκριτος ὁ σοφιστὴς νῦν ἐγνωκέναι ἔφη τὸ παρ᾽ Ὁμήρῳ εἰρημένον:“ ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
”1” Ath. 12. 539 f “ ... ὡς Θεόκριτος, δυεῖν παρ᾽ αὐτοῦ ἐν βαλανείῳ στλεγγίδα κιχραμένων, τοῦ μὲν ξένου, τοῦ δὲ γνωρίμου κλέπτου, μετὰ παιδιᾶς ἀμφοτέρους διεκρούσατ᾽ εἰπών ‘σὲ μὲν οὐκ οἶδα, σὲ δ᾽ οἶδα.’” Plut. Vit. Pud. 14 “Θεόπομπος δ᾽ ὁ Χῖος ἐν Ταῖς πρὸς Ἀλέξανδρον Συμβούλαις περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν. ‘ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ᾽ οὐδε χαλκῶν, ἀλλ᾽ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν.’” Ath. 6. 230 f. “Θεόκριτος ὁ Χῖος ἐρωτηθεὶς πῶς ἄριστα καὶ δικαιότατα βιώσομεν, ‘ἐὰν ἃ τοῖς ἄλλοις’ ἔφη ‘ἐπιτιμῶμεν, αὐτοὶ μὴ ποιῶμεν.’” Stob. App. Fl. Mon. 204 “θράσει μὲν οὐδεὶς οὐδέπω, πόνῳ δὲ καὶ γενναιότητι καὶ ἐπιεικείᾳ ἀρετὴν ἐπεκτήσατο: Θεοκρίτου.” Apost. 8. 91 k
ἐπίγραμμα
“καί φησι Βρύων ἐν τῷ Περὶ Θεοκρίτου ἐπίγραμμά τι Θεόκριτον τὸν Χῖον εἰς αὐτὸν ποιῆσαι:
” Pap. Didym. in Dem. 6. 34 Berl. Klass. texte i. 27 “Ἀριστοτέλην δὲ καὶ λελοιδόρηκε Θεόκριτος ὁ Χῖος, ὅτι τὴν παρὰ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας ‘εἵλετο ... προχοαῖς.’ ἔστι γὰρ ποταμὸς περὶ Πέλλην, ὃν Μακεδόνες Βόρβορον καλοῦσι.” Plut. Exil. 10Ἑρμίου εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου
μνῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης:
ὃς γαστρὸς τιμῶν ἄνομον φύσιν εἵλετο ναίειν
ἀντ᾽ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.
CURFRAG.tlg-1714.1

