previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] πλὴν ἐμέ γεεἰρήσεται γάροὐ μετρίως
ἠνία ἔπαινος αὐτῶν, καὶ ἐπειδή ποτε ἀπελθόντων κατ᾽
ἐμαυτὸν ἐγενόμην, ἐκεῖνα ἐνενόουν: οὐκοῦν τοῦτο μόνον
χάριεν τοῖς ἐμοῖς ἔνεστιν, ὅτι μὴ συνήθη μηδὲ κατὰ
τὸ κοινὸν βαδίζει τοῖς ἄλλοις, ὀνομάτων δὲ ἄρα καλῶν
ἐν αὐτοῖς καὶ πρὸς τὸν ἀρχαῖον κανόνα συγκειμένων
νοῦ ὀξέος περινοίας τινὸς χάριτος Ἀττικῆς ἁρμονίας
τέχνης τῆς ἐφ᾽ ἅπασι, τούτων δὲ πόρρω ἴσως τοὐμόν:
οὐ γὰρ ἂν παρέντες αὐτὰ ἐκεῖνα, ἐπῄνουν μόνον
τὸ καινὸν τῆς προαιρέσεως καὶ ξενίζον. ἐγὼ δὲ μάταιος
ᾤμην, ὁπότε ἀναπηδῶντες ἐπαινοῖεν, τάχα μέν τι καὶ
αὐτὸ τοῦτο προσάγεσθαι αὐτούς: ἀληθὲς γὰρ εἶναι τὸ
τοῦ Ὁμήρου, καὶ τὴν νέαν ᾠδὴν κεχαρισμένην ὑπάρχειν
τοῖς ἀκούουσιν: οὐ μὴν τοσοῦτόν γε οὐδὲ ὅλον τῇ καινότητι
νέμειν ἠξίουν, ἀλλὰ τὴν μὲν ὥσπερ ἐν προσθήκης
μοίρᾳ συνεπικοσμεῖν τι καὶ πρὸς τὸν ἔπαινον συντελεῖν
καὶ αὐτήν, τὰ δὲ τῷ ὄντι ἐπαινούμενα καὶ ὑπὸ τῶν
ἀκουόντων εὐφημούμενα ἐκεῖνα εἶναι. ὥστε οὐ μετρίως
ἐπήρμην καὶ ἐκινδύνευον πιστεύειν αὐτοῖς ἕνα καὶ μόνον
ἐν τοῖς Ἕλλησιν εἶναι λέγουσι καὶ τὰ τοιαῦτα. τὸ δὲ
κατὰ τὴν παροιμίαν, ἄνθρακες ἡμῶν θησαυρὸς ἦσαν,
καὶ ὀλίγου δέω θαυματοποιοῦ τινος ἔπαινον ἐπαινεῖσθαι
πρὸς αὐτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: