This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὁ μέν γε
θεσπέσιος Πυθαγόρας, εἰ καὶ μηδὲν αὐτὸς ἴδιον ἡμῖν καταλιπεῖν
τῶν αὐτοῦ ἠξίωσεν, ὅσον Ὀκέλλῳ τῷ Λευκανῷ
καὶ Ἀρχύτᾳ καὶ τοῖς ἄλλοις ὁμιληταῖς αὐτοῦ τεκμαίρεσθαι,
οὔτε τὸ χαίρειν οὔτε τὸ εὖ πράττειν προὔγραφεν,
ἀλλ᾽ ἀπὸ τοῦ ὑγιαίνειν ἄρχεσθαι ἐκέλευεν: ἅπαντες γοῦν
οἱ ἀπ᾽ αὐτοῦ ἀλλήλοις ἐπιστέλλοντες ὁπότε σπουδαῖόν τι
γράφοιεν, ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ παρεκελεύοντο ὡς καὶ
αὐτὸ ψυχῇ τε καὶ σώματι ἁρμοδιώτατον καὶ συνόλως
ἅπαντα περιειληφὸς τἀνθρώπου ἀγαθά, καὶ τό γε τριπλοῦν
αὐτοῖς τρίγωνον, τὸ δι᾽ ἀλλήλων, τὸ πεντάγραμμον,
ᾧ συμβόλῳ πρὸς τοὺς ὁμοδόξους ἐχρῶντο, ὑγίεια
πρὸς αὐτῶν ὠνομάζετο, καὶ ὅλως ἡγοῦντο τῷ μὲν ὑγιαίνειν
τὸ εὖ πράττειν καὶ τὸ χαίρειν εἶναι, οὔτε δὲ τῷ εὖ
πράττειν οὔτε τῷ χαίρειν πάντως καὶ τὸ ὑγιαίνειν. εἰσὶ
δὲ οἳ καὶ τὴν τετρακτύν, τὸν μέγιστον ὅρκον αὐτῶν, ἣ
τὸν ἐντελῆ αὐτοῖς ἀριθμὸν ἀποτελεῖ, ἤδη καὶ ὑγιείας ἀρχὴν
ἐκάλεσαν, ὧν καὶ Φιλόλαός ἐστι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.