Ἀντίλοχος
οἷα πρῴην, Ἀχιλλεῦ, πρὸς τὸν Ὀδυσσέα
σοι εἴρηται περὶ τοῦ θανάτου, ὡς ἀγεννῆ καὶ ἀνάξια τοῖν
διδασκάλοιν ἀμφοῖν, Χείρωνός τε καὶ Φοίνικος. ἠκροώμην
γάρ, ὁπότε ἔφης βούλεσθαι ἐπάρουρος ὢν θητεύειν
παρά τινι τῶν ἀκλήρων, ‘ᾧ μὴ βίοτος πολὺς εἴη,’ μᾶλλον
ἢ πάντων ἀνάσσειν τῶν νεκρῶν. ταῦτα μὲν οὖν
ἀγεννῆ τινα Φρύγα δειλὸν καὶ πέρα τοῦ καλῶς ἔχοντος
φιλόζῳον ἴσως ἐχρῆν λέγειν, τὸν Πηλέως δὲ υἱόν, τὸν
φιλοκινδυνότατον ἡρώων ἁπάντων, ταπεινὰ οὕτω περὶ
κὑτοῦ διανοεῖσθαι πολλὴ αἰσχύνη καὶ ἐναντιότης πρὸς
τὰ πεπραγμένα σοι ἐν τῷ βίῳ, ὃς ἐξὸν ἀκλεῶς ἐν τῇ
Φθιώτιδι πολυχρόνιον βασιλεύειν, ἑκὼν προείλου τὸν
μετὰ τῆς ἀγαθῆς δόξης θάνατον.
Ἀχιλλεύς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.