[2]
ὦ παῖ Νέστορος, ἀλλὰ τότε μὲν ἄπειρος ἔτι
τῶν ἐνταῦθα ὢν καὶ τὸ βέλτιον ἐκείνων ὁπότερον ἦν
ἀγνοῶν τὸ δύστηνον ἐκεῖνο δοξάριον προετίμων τοῦ βίου,
νῦν δὲ συνίημι ἤδη ὡς ἐκείνη μὲν ἀνωφελής, εἰ καὶ ὅτι
μάλιστα οἱ ἄνω ῥαψῳδήσουσι: μετὰ νεκρῶν δὲ ὁμοτιμία,
καὶ οὔτε τὸ κάλλος ἐκεῖνο, ὦ Ἀντίλοχε, οὔτε ἡ ἰσχὺς
πάρεστιν, ἀλλὰ κείμεθα ἅπαντες ὑπὸ τῷ αὐτῷ ζόφῳ
ὅμοιοι καὶ κατ᾽ οὐδὲν ἀλλήλων διαφέροντες, καὶ οὔτε οἱ
τῶν Τρώων νεκροὶ δεδίασί με οὔτε οἱ τῶν Ἀχαιῶν θεραπεύουσιν,
ἰσηγορία δὲ ἀκριβὴς καὶ νεκρὸς ὅμοιος ‘ἠμὲν
κακὸς ἠδὲ καὶ ἐσθλός.’ ταῦτά με ἀνιᾷ καὶ ἄχθομαι, ὅτι μὴ θητεύω ζῶν.
Ἀντίλοχος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.