[4]
σαφῶς νῦν μανθάνω: δύο γὰρ φὴς ἔτεκεν
ἡ Ἀλκμήνη κατὰ τὸ αὐτὸ Ἡρακλέας, τὸν μὲν ὑπ᾽
Ἀμφιτρύωνι, τὸν δὲ παρὰ τοῦ Διός, ὥστε ἐλελήθειτε δίδυμοι ὄντες ὁμομήτριοι.
Ἡρακλῆς
οὔκ, ὦ μάταιε: ὁ γὰρ αὐτὸς ἄμφω ἦμεν.
Διογένης
οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον, συνθέτους
δύο ὄντας Ἡρακλέας, ἐκτὸς εἰ μὴ ὥσπερ ἱπποκένταυρός
τις ἦτε ἐς ἓν συμπεφυκότες ἄνθρωπος καὶ θεός.
Ἡρακλῆς
οὐ γὰρ καὶ πάντες οὕτω σοι δοκοῦσι συγκεῖσθαι
[p. 168]
ἐκ δυεῖν, ψυχῆς καὶ σώματος; ὥστε τί τὸ κωλῦόν
ἐστι τὴν μὲν ψυχὴν ἐν οὐρανῷ εἶναι, ἥπερ ἦν ἐκ Διός,
τὸ δὲ θνητὸν ἐμὲ παρὰ τοῖς νεκροῖς;
Διογένης
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.