[6]
τίνες δέ εἰσιν οὗτοι οἱ περὶ δέ;
Σωκράτης
Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου.
Μένιππος
εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν
σαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.
Σωκράτης
τί γὰρ ἂν ἄλλο ἥδιον πράττοιμι; ἀλλὰ πλησίον
ἡμῶν κατάκεισο, εἰ δοκεῖ.
Μένιππος
μὰ Δί᾽, ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον
ἄπειμι πλησίον οἰκήσων αὐτῶν: ἔοικα γοῦν
οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων.
[p. 175]
Αἰακός
κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρῶν
λάθῃ διαφυγών. τὰ λοιπὰ δ᾽ ἐσαῦθις ὄψει, ὦ Μένιππε.
Μένιππος
ἄπιθι: καὶ ταυτὶ γὰρ ἱκανά, ὦ Αἰακέ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.