[2]
ἀλλ᾽ οὐχὶ καὶ ὑπὸ γῆν, ὡς οἶμαι, κάλλιστος
ἦλθες, ἀλλὰ τὰ μὲν ὀστᾶ ὅμοια, τὸ δὲ κρανίον ταύτῃ
μόνον ἄρα διακρίνοιτο ἀπὸ τοῦ Θερσίτου κρανίου, ὅτι
εὔθρυπτον τὸ σόν: ἀλαπαδνὸν γὰρ αὐτὸ καὶ οὐκ ἀνδρῶδες ἔχεις.
Νιρεύς
καὶ μὴν ἐροῦ Ὅμηρον, ὁποῖος ἦν, ὁπότε συνεστράτευον τοῖς Ἀχαιοῖς.
Μένιππος
ὀνείρατά μοι λέγεις: ἐγὼ δὲ βλέπω ἃ καὶ
νῦν ἔχεις, ἐκεῖνα δὲ οἱ τότε ἴσασιν.
Νιρεύς
οὔκουν ἐγὼ ἐνταῦθα εὐμορφότερός εἰμι, ὦ Μένιππε;
Μένιππος
οὔτε σὺ οὔτε ἄλλος εὔμορφος: ἰσοτιμία γὰρ
ἐν ᾄδου καὶ ὅμοιοι ἅπαντες.
Θερσίτης
ἐμοὶ μὲν οὖν καὶ τοῦτο ἱκανόν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.