Μένιππος
ὦ Τειρεσία, εἰ μὲν καὶ τυφλὸς εἶ, οὐκέτι
διαγνῶναι ῥᾴδιον: ἅπασι γὰρ ἡμῖν ὁμοίως τὰ ὄμματα
κενά, μόνον δὲ αἱ χῶραι αὐτῶν: τὰ δ᾽ ἄλλα οὐκέτ᾽ ἂν
εἰπεῖν ἔχοις, τίς ὁ Φινεὺς ἦν ἢ τίς ὁ Λυγκεύς. ὅτι μέντοι
μάντις ἦσθα καὶ ὅτι ἀμφότερα ἐγένου μόνος καὶ ἀνὴρ
καὶ γυνή, τῶν ποιητῶν ἀκούσας οἶδα. πρὸς τῶν θεῶν
τοιγαροῦν εἰπέ μοι, ὁποτέρου ἐπειράθης ἡδίονος τῶν
βίων, ὁπότε ἀνὴρ ἦσθα, ἢ ὁ γυναικεῖος ἀμείνων ἦν;
Τειρεσίας
παρὰ πολύ, ὦ Μένιππε, ὁ γυναικεῖος:
ἀπραγμονέστερος γὰρ. καὶ δεσπόζουσι τῶν ἀνδρῶν αι
γυναῖκες, καὶ οὔτε πολεμεῖν ἀνάγκη αὐταῖς οὔτε παρ᾽
ἔπαλξιν ἑστάναι οὔτ᾽ ἐν ἐκκλησίᾳ διαφέρεσθαι οὔτ᾽ ἐν
δικαστηρίοις ἐξετάζεσθαι.
Μένιππος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.