Ἀγαμέμνων
εἰ σὺ μανείς, ὠ Αἶαν, σαυτὸν ἐφόνευσας,
ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας. τί αἰτιᾷ τὸν Ὀδυσσέα
[p. 188]
καὶ πρῴην οὔτε προσέβλεψας αὐτόν, ὁπότε ἧκε μαντευσόμενος,
οὔτε προσειπεῖν ἠξίωσας ἄνδρα συστρατιώτην
καὶ ἑταῖρον, ἀλλ᾽ ὑπεροπτικῶς μεγάλα βαίνων παρῆλθες;
Αἶας
εἰκότως, ὦ Ἀγάμεμνον: αὐτὸς γάρ μοι
τῆς μανίας αἴτιος κατέστη μόνος ἀντεξετασθεὶς ἐπὶ τοῖς ὅπλοις.
Ἀγαμέμνων
ἠξίωσας δὲ ἀνανταγώνιστος εἶναι καὶ ἀκονιτὶ κρατεῖν ἁπάντων;
Αἶας
ναί, τά γε τοιαῦτα: οἰκεία γάρ μοι ἦν ἡ
πανοπλία τοῦ ἀνεψιοῦ γε οὖσα. καὶ ὑμεῖς οἱ ἄλλοι πολὺ
ἀμείνους ὄντες ἀπείπασθε τὸν ἀγῶνα καὶ παρεχωρήσατε
μοι, ὁ δὲ Λαέρτου, ὃν ἐγὼ πολλάκις ἔσωσα κινδυνεύοντα
κατακεκόφθαι ὑπὸ τῶν Φρυγῶν, ἀμείνων ἠξίου εἶναι
καὶ ἐπιτηδειότερος ἔχειν τὰ ὅπλα.
Ἀγαμέμνων
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.