1.
Δῶρις
καλὸν ἐραστήν, ὦ Γαλάτεια, τὸν Σικελὸν
τοῦτον ποιμένα φασὶν ἐπιμεμηνέναι σοί.
μὴ σκῶπτε, Δωρί: Ποσειδῶνος γαρ υἱός ἐστιν, ὁποῖος ἂν ᾖ
[p. 117]
Δῶρις
τί οὖν; εἰ καὶ τοῦ Διὸς αὐτοῦ παῖς ὢν ἄγριος
οὕτω καὶ λάσιος ἐφαίνετο καί, τὸ πάντων ἀμορφότατον,
μονόφθαλμος, οἴει τὸ γένος ἄν τι ὀνῆσαι αὐτὸν πρὸς τὴν μορφήν;
οὐδὲ τὸ λάσιον αὐτοῦ καί, ὡς φής, ἄγριον
ἄμορφόν ἐστιν — ἀνδρῶδες γάρ — ὅ τε ὀφθαλμὸς ἐπιπρέπει
τῷ μετώπῳ οὐδὲν ἐνδεέστερον ὁρῶν ἢ εἰ δύ᾽ ἦσαν.
Δῶρις
ἔοικας, ὦ Γαλάτεια, οὐκ ἐραστὴν ἀλλ᾽ ἐρώμενον
ἔχειν τὸν Πολύφημον, οἷα ἐπαινεῖς αὐτόν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.