previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀπόλλων
τί γελᾷς, Ἑρμῆ;

Ἑρμῆς
ὅτι γελοιότατα, Ἄπολλον, εἶδον.

Ἀπόλλων
εἰπὲ οὖν, ὡς καὶ αὐτὸς ἀκούσας ἔχω ξυγγελᾶν.

Ἑρμῆς
Ἀφροδίτη ξυνοῦσα τῷ Ἄρει κατείληπται καὶ Ἥφαιστος ἔδησεν αὐτοὺς ξυλλαβών.

Ἀπόλλων
πῶς; ἡδὺ γάρ τι ἐρεῖν ἔοικας.

Ἑρμῆς
ἐκ πολλοῦ, οἶμαι, ταῦτα εἰδὼς ἐθήρευεν αὐτούς, καὶ περὶ τὴν εὐνὴν ἀφανῆ δεσμὰ περιθεὶς εἰργάζετο ἀπελθὼν ἐπὶ τὴν κάμινον: εἶτα μὲν Ἄρης ἐσέρχεται λαθών, ὡς ᾤετο, καθορᾷ δὲ αὐτὸν Ἥλιος καὶ λέγει πρὸς τὸν Ἥφαιστον. ἐπεὶ δὲ ἐπέβησαν τοῦ λέχους καὶ ἐν ἔργῳ ἦσαν καὶ ἐντὸς ἐγεγένηντο τῶν ἀρκύων, περιπλέκεται μὲν αὐτοῖς τὰ δεσμά, ἐφίσταται δὲ Ἥφαιστος. ἐκείνη μὲν οὖνκαὶ γὰρ ἔτυχε γυμνὴ οὖσαοὐκ εἶχεν ὅπως ἐγκαλύψαιτο αἰδουμένη, δὲ Ἄρης τὰ μὲν πρῶτα διαφυγεῖν ἐπειρᾶτο καὶ ἤλπιζε ῥήξειν τὰ δεσμά, ἔπειτα δὲ συνεὶς ἐν ἀφύκτῳ ἐχόμενον ἑαυτὸν ἱκέτευε.

Ἀπόλλων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: