previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἔρως, Ζεύς.

Ἔρως
ἀλλ᾽ εἰ καί τι ἥμαρτον, Ζεῦ, σύγγνωθί μοι: παιδίον γάρ εἰμι καὶ ἔτι ἄφρων.

Ζεύς
σὺ παιδίον Ἔρως, ὃς ἀρχαιότερος εἶ πολὺ Ἰαπετοῦ; διότι μὴ πώγωνα μηδὲ πολιὰς ἔφυσας, διὰ ταῦτα καὶ βρέφος ἀξιοῖς νομίζεσθαι γέρων καὶ πανοῦργος ὤν;

Ἔρως
τί δαί σε μέγα ἠδίκησα γέρων ὡς φὴς ἐγώ, διότι με καὶ πεδῆσαι διανοῇ;

Ζεύς
σκόπει, κατάρατε, εἰ μικρά, ὃς ἐμοὶ μὲν οὕτως ἐντρυφᾷς, ὥστε οὐδέν ἐστιν μὴ πεποίηκάς με, σάτυρον, ταῦρον, χρυσόν, κύκνον, αἰετόν: ἐμοῦ δὲ ὅλως οὐδεμίαν ἥντινα ἐρασθῆναι πεποίηκας, οὐδὲ συνῆκα ἡδὺς γυναικὶ διὰ σὲ γεγενημένος, ἀλλά με δεῖ μαγγανεύειν ἐπ᾽ αὐτὰς καὶ κρύπτειν ἐμαυτόν: αἱ δὲ τὸν μὲν ταῦρον κυκνον φιλοῦσιν, ἐμὲ δὲ ἢν ἴδωσι, τεθνᾶσιν ὑπὸ τοῦ δέους. [p. 74]

Ἔρως
[2] εἰκότως: οὐ γὰρ φέρουσιν, Ζεῦ, θνηταὶ οὖσαι τὴν σὴν πρόσοψιν.

Ζεύς
πῶς οὖν τὸν Ἀπόλλω Βράγχος καὶ Ὑάκινθος φιλοῦσιν;

Ἔρως
ἀλλὰ Δάφνη κἀκεῖνον ἔφευγε καίτοι κομήτην καὶ ἀγένειον ὄντα. εἰ δ᾽ ἐθέλεις ἐπέραστος εἶναι, μὴ ἐπίσειε τὴν αἰγίδα μηδὲ τὸν κεραυνὸν φέρε, ἀλλ᾽ ὡς ἥδιστον ποίει σεαυτὸν ἑκατέρωθεν καθειμένος βοστρύχους, τῇ μίτρᾳ τούτους ἀνειλημμένος, πορφυρίδα ἔχε, ὑποδέου χρυσίδας, ὑπ᾽ αὐλῷ καὶ τυμπάνοις εὔρυθμα βαῖνε, καὶ ὄψει ὅτι πλείους ἀκολουθήσουσί σοι τῶν Διονύσου Μαινάδων.

Ζεύς
ἄπαγε: οὐκ ἂν δεξαίμην ἐπέραστος εἶναι τοιοῦτος γενόμενος.

Ἔρως
οὐκοῦν, Ζεῦ, μηδὲ ἐρᾶν θέλε: ῥᾴδιον γὰρ τοῦτό γε.

Ζεύς
οὔκ, ἀλλὰ ἐρᾶν μέν, ἀπραγμονέστερον δὲ αὐτῶν ἐπιτυγχάνειν: ἐπὶ τούτοις αὐτοῖς ἀφίημί σε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: