previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπελάσαντες ἐν τάξει αὖ ἵστανται ἐπὶ δεξιᾷ τοῦ βήματος, καθάπερ οἱ ἄλλοι ἐν ἀριστερᾷ, καὶ οἱ δύο ἱππῆς διέχοντες ἀπὸ τοῦ κέρως τῆς προβολῆς τὸ ἴσον ἵστανται, καὶ αὖ οἱ μεταξὺ αὐτοῖν τε τούτοιν καὶ τῆς πάσης τάξεως ἐκθέοντες ἐς τὸν αὐτὸν τρόπον ἐξακοντίζουσιν ἐς τοὺς παριππεύοντας. ἔνθα δὴ τι περ κράτιστον τῶν ἱππέων ἐς τόνδε τὸν ἀκροβολισμὸν ἐπιλέγονται. [2] οἱ μέν γε ἀπὸ τῶν δεξιῶν [τοῦ βήματος] ἀρχόμενοι οὐδὲν ἄλλο τὸ συνεχὲς τῆς ἀκροβολίσεως καὶ τὸ ἐπάλληλον τοῦ κτύπου παρέχονται: οὐδὲ γὰρ ἄλλου τινὸς θέαν παρέχουσι τοῖς ἐπὶ τοῦ βήματος ὁρῶσιν, ἅτε ἀποστρόφου ἀπ᾽ αὐτῶν τῆς δεξιᾶς τῶν ἱππέων ἐν τῇ τοιᾷδε ἐπελάσει γιγνομένης. [3] ὁπότε δὲ ἐκ τῶν ἀριστερῶν ἐπελαύνοιεν, [p. 134] τότε δὴ πᾶς ἀκροβολισμὸς ἀρίδηλος γίγνεται, καὶ τῶν θυρεῶν προβολή, καὶ ἐκ τῆς ἀριστερᾶς χειρὸς ἐς τὴν δεξιὰν ὕφεσις τῶν ἀκοντίων ὀξεῖα, καὶ δεξιὰ ὅπως αὐτὰ ὑπολαβοῦσα καὶ ὑπὲρ τῆς κεφαλῆς περιενεγκοῦσα ὥσπερ ἐν τροχοῦ περιδινήσει ὁμοῦ μὲν ἐξηκόντισεν, ὁμοῦ δὲ ὑπέλαβεν τὸ λειφθέν, καὶ τοῦτο αὖ ὑπερενεγκοῦσα ἐξηκόντισεν. τε καθέδρα ἐπὶ τοῦ ἵππου αὐτοῦ τοῦ ἱππέως ἀεὶ εὐσχήμων καὶ ὀρθὴ ἐν τῷ ἀκροβολισμῷ σῴζεται, καὶ ταύτῃ μᾶλλον, ὅτι ἐπελαυνόντων ὁρᾶται καὶ τῶν ὅπλων λαμπρότης καὶ τῶν ἵππων ὠκύτης τε καὶ τὸ ἐν ταῖς ἐπιστροφαῖς εὐκαμπές καὶ ὅπως ἐν ἴσοις τοῖς διαστήμασιν αἱ ἐπελάσεις γίγνονται τῶν ἱππέων. [4] αἱ μέν γε ἐπὶ μέγα διαλιποῦσαι αὐτῷ τούτῳ τὸ συνεχὲς τοῦ ἀκροβολισμοῦ ἀφανίζουσιν, αἱ δὲ ἄγαν ἐπάλληλοι τῇ ἀκριβείᾳ τῆς θεωρίας ἐμποδὼν ἵστανται τὸ δίκαιον αὐτῆς ἀφαιρούμεναι: τόν τε γὰρ ἀγαθὸν ἱππέα ἐγγὺς αὐτῷ ἐπελαύνων κακὸς ἤδη ἠφάνισεν, καὶ τοῦ κακοῦ ἄλλος αὖ ἀγαθὸς εὐσχημόνως ἐπιφερόμενος τὴν ἀπρέπειαν συνεσκίασεν. [5] ἀλλὰ χρὴ τοῦ συνεχοῦς σῳζομένου τόν τε ἔπαινον τῷ ἀγαθῷ σῷον εἶναι καὶ πρέποντα, καὶ τῷ κακῷ τὸ ὀφειλόμενον ὄνειδος ἀποδίδοσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: