previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὁμοίως δὲ τούτῳ καὶ τὸν Ἐρεχθέα λέγουσι τὸ γένος Αἰγύπτιον ὄντα βασιλεῦσαι τῶν Ἀθηνῶν, τοιαύτας τινὰς φέροντες ἀποδείξεις: γενομένων γὰρ ὁμολογουμένως αὐχμῶν μεγάλων κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην πλὴν Αἰγύπτου διὰ τὴν ἰδιότητα τῆς χώρας, καὶ φθορᾶς ἐπιγενομένης τῶν τε καρπῶν καὶ πλήθους ἀνθρώπων, ἐξ Αἰγύπτου τὸν Ἐρεχθέα κομίσαι διὰ τὴν συγγένειαν σίτου πλῆθος εἰς τὰς Ἀθήνας: ἀνθ᾽ ὧν τοὺς εὖ παθόντας βασιλέα καταστῆσαι τὸν εὐεργέτην. [2] τοῦτον δὲ παραλαβόντα [p. 47] τὴν ἡγεμονίαν καταδεῖξαι τὰς τελετὰς τῆς Δήμητρος ἐν Ἐλευσῖνι καὶ τὰ μυστήρια ποιῆσαι, μετενεγκόντα τὸ περὶ τούτων νόμιμον ἐξ Αἰγύπτου. καὶ τῆς θεοῦ δὲ παρουσίαν εἰς τὴν Ἀττικὴν γεγονυῖαν κατὰ τούτους τοὺς χρόνους παραδεδόσθαι κατὰ λόγον, ὡς ἂν τῶν ἐπωνύμων ταύτης καρπῶν τότε κομισθέντων εἰς τὰς Ἀθήνας, καὶ διὰ τοῦτο δόξαι πάλιν ἐξ ἀρχῆς τὴν εὕρεσιν γεγονέναι τοῦ σπέρματος, δωρησαμένης τῆς Δήμητρος. [3] ὁμολογεῖν δὲ καὶ τοὺς Ἀθηναίους ὅτι βασιλεύοντος Ἐρεχθέως καὶ τῶν καρπῶν διὰ τὴν ἀνομβρίαν προηφανισμένων τῆς Δήμητρος ἐγένετο παρουσία πρὸς αὐτοὺς καὶ δωρεὰ τοῦ σίτου. πρὸς δὲ τούτοις αἱ τελεταὶ καὶ τὰ μυστήρια ταύτης τῆς θεοῦ τότε κατεδείχθησαν ἐν Ἐλευσῖνι. [4] τά τε περὶ τὰς θυσίας καὶ τὰς ἀρχαιότητας ὡσαύτως ἔχειν Ἀθηναίους καὶ τοὺς Αἰγυπτίους: τοὺς μὲν γὰρ Εὐμολπίδας ἀπὸ τῶν κατ᾽ Αἴγυπτον ἱερέων μετενηνέχθαι, τοὺς δὲ Κήρυκας ἀπὸ τῶν παστοφόρων. τήν τε Ἶσιν μόνους τῶν Ἑλλήνων ὀμνύειν, καὶ ταῖς ἰδέαις καὶ τοῖς ἤθεσιν ὁμοιοτάτους εἶναι τοῖς Αἰγυπτίοις. [5] πολλὰ δὲ καὶ ἄλλα τούτοις παραπλήσια λέγοντες φιλοτιμότερον ἤπερ ἀληθινώτερον, ὥς γ᾽ ἐμοὶ φαίνεται, τῆς ἀποικίας ταύτης ἀμφισβητοῦσι διὰ τὴν δόξαν τῆς πόλεως. καθόλου δὲ πλείστας ἀποικίας Αἰγύπτιοί φασιν ἐκπέμψαι τοὺς ἑαυτῶν προγόνους ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης διά τε τὴν ὑπεροχὴν τῶν βασιλευσάντων [p. 48] παρ᾽ αὐτοῖς καὶ διὰ τὴν ὑπερβολὴν τῆς πολυανθρωπίας: [6] ὑπὲρ ὧν μήτε ἀποδείξεως φερομένης μηδεμιᾶς ἀκριβοῦς μήτε συγγραφέως ἀξιοπίστου μαρτυροῦντος, οὐκ ἐκρίναμεν ὑπάρχειν τὰ λεγόμενα γραφῆς ἄξια. καὶ περὶ μὲν τῶν θεολογουμένων παρ᾽ Αἰγυπτίοις τοσαῦθ᾽ ἡμῖν εἰρήσθω, στοχαζομένοις τῆς συμμετρίας: περὶ δὲ τῆς χώρας καὶ τοῦ Νείλου καὶ τῶν ἄλλων τῶν ἀκοῆς ἀξίων ἐν κεφαλαίοις ἕκαστα διεξιέναι πειρασόμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: