previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


θηρία δ᾽ Νεῖλος τρέφει πολλὰ μὲν καὶ ἄλλα ταῖς ἰδέαις ἐξηλλαγμένα, δύο δὲ διάφορα, τόν τε κροκόδειλον καὶ τὸν καλούμενον ἵππον. [2] τούτων δ᾽ μὲν κροκόδειλος ἐξ ἐλαχίστου γίνεται μέγιστος, ὡς ἂν ᾠὰ μὲν τοῦ ζῴου τούτου τίκτοντος τοῖς χηνείοις παραπλήσια, τοῦ δὲ γεννηθέντος αὐξομένου μέχρι πηχῶν ἑκκαίδεκα. [3] καὶ μακρόβιον μέν ἐστιν ὡς κατ᾽ ἄνθρωπον, γλῶτταν δὲ οὐκ ἔχει. τὸ δὲ σῶμα θαυμαστῶς ὑπὸ τῆς φύσεως ὠχύρωται: τὸ μὲν γὰρ δέρμα αὐτοῦ πᾶν φολιδωτόν ἐστι καὶ τῇ σκληρότητι διάφορον, ὀδόντες δ᾽ ἐξ ἀμφοτέρων τῶν μερῶν ὑπάρχουσι πολλοί, δύο δὲ οἱ χαυλιόδοντες πολὺ τῷ μεγέθει τῶν ἄλλων διαλλάττοντες. [4] σαρκοφαγεῖ [p. 58] δ᾽ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐπὶ τῆς γῆς ζῴων τὰ προσπελάζοντα τῷ ποταμῷ. καὶ τὰ μὲν δήγματα ποιεῖ ἁδρὰ καὶ χαλεπά, τοῖς δ᾽ ὄνυξι δεινῶς σπαράττει, καὶ τὸ διαιρεθὲν τῆς σαρκὸς παντελῶς ἀπεργάζεται δυσίατον. [5] ἐθηρεύετο δὲ ταῦτα τὰ ζῷα τὸ μὲν παλαιὸν ὑπὸ τῶν Αἰγυπτίων ἀγκίστροις ἔχουσιν ἐπιδεδελεασμένας ὑείας σάρκας, ὕστερον δὲ ποτὲ μὲν δικτύοις παχέσιν ὡσπερεί τινες ἰχθῦς, ποτὲ δ᾽ ἐμβολίοις σιδηροῖς ἐκ τῶν ἀκάτων τυπτόμενα συνεχῶς εἰς τὴν κεφαλήν. [6] πλῆθος δ᾽ αὐτῶν ἀμύθητόν ἐστι κατά τε τὸν ποταμὸν καὶ τὰς παρακειμένας λίμνας, ὡς ἂν πολυγόνων τε ὄντων καὶ σπανίως ὑπὸ τῶν ἀνθρώπων ἀναιρουμένων: τῶν μὲν γὰρ ἐγχωρίων τοῖς πλείστοις νόμιμόν ἐστιν ὡς θεὸν σέβεσθαι τὸν κροκόδειλον, τοῖς δ᾽ ἀλλοφύλοις ἀλυσιτελής ἐστιν θήρα παντελῶς, [7] οὐκ οὔσης ἐδωδίμου τῆς σαρκός. ἀλλ᾽ ὅμως τοῦ πλήθους τούτου φυομένου κατὰ τῶν ἀνθρώπων φύσις κατεσκεύασε μέγα βοήθημα: γὰρ καλούμενος ἰχνεύμων, παραπλήσιος ὢν μικρῷ κυνί, περιέρχεται τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβων, τίκτοντος τοῦ ζῴου παρὰ τὸν ποταμόν, καὶ τὸ θαυμασιώτατον, οὔτε κατεσθίων οὔτε ὠφελούμενος οὐδὲν διατελεῖ φυσικήν τινα χρείαν καὶ κατηναγκασμένην ἐνεργῶν εἰς ἀνθρώπων εὐεργεσίαν. [8] δὲ καλούμενος ἵππος τῷ μεγέθει μέν ἐστιν οὐκ ἐλάττων πηχῶν πέντε, τετράπους δ᾽ ὢν καὶ δίχηλος παραπλησίως τοῖς βουσὶ τοὺς χαυλιόδοντας ἔχει μείζους τῶν [p. 59] ἀγρίων ὑῶν, τρεῖς ἐξ ἀμφοτέρων τῶν μερῶν, ὦτα δὲ καὶ κέρκον καὶ φωνὴν ἵππῳ παρεμφερῆ, τὸ δ᾽ ὅλον κύτος τοῦ σώματος οὐκ ἀνόμοιον ἐλέφαντι, καὶ δέρμα πάντων σχεδὸν τῶν θηρίων ἰσχυρότατον. [9] ποτάμιον γὰρ ὑπάρχον καὶ χερσαῖον τὰς μὲν ἡμέρας ἐν τοῖς ὕδασι ποιεῖ γυμναζόμενον κατὰ βάθους, τὰς δὲ νύκτας ἐπὶ τῆς χώρας κατανέμεται τόν τε σῖτον καὶ τὸν χόρτον, ὥστε εἰ πολύτεκνον ἦν τοῦτο τὸ ζῷον καὶ κατ᾽ ἐνιαυτὸν ἔτικτεν, ἐλυμαίνετ᾽ ἂν ὁλοσχερῶς τὰς γεωργίας τὰς κατ᾽ Αἴγυπτον. [10] ἁλίσκεται δὲ καὶ τοῦτο πολυχειρίᾳ τῶν τυπτόντων τοῖς σιδηροῖς ἐμβολίοις: ὅπου γὰρ ἂν φανῇ, συνάγουσιν ἐπ᾽ αὐτὸ πλοῖα, καὶ περιστάντες κατατραυματίζουσιν ὥσπερ τισὶ κοπεῦσιν ἐπὶ σιδηροῖς ἀγκίστροις, εἶθ᾽ ἑνὶ τῶν ἐμπαγέντων ἐνάπτοντες ἀρχὰς στυππίνας ἀφιᾶσι, μέχρι ἂν ὅτου παραλυθῇ γενόμενον ἔξαιμον. [11] τὴν μὲν οὖν σάρκα σκληρὰν ἔχει καὶ δύσπεπτον, τῶν δ᾽ ἔντοσθεν οὐδὲν ἐδώδιμον, οὔτε σπλάγχνον οὔτ᾽ ἐγκοίλιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: