previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῦ δὲ βασιλέως τούτου τελευτήσαντος ἀνεκτήσαντο τὴν ἀρχὴν Αἰγύπτιοι, καὶ κατέστησαν ἐγχώριον βασιλέα Μένδην, ὅν τινες Μάρρον προσονομάζουσιν. [2] οὗτος δὲ πολεμικὴν μὲν πρᾶξιν οὐδ᾽ ἡντινοῦν ἐπετελέσατο, τάφον δ᾽ αὑτῷ κατεσκεύασε τὸν ὀνομαζόμενον λαβύρινθον, οὐχ οὕτω κατὰ τὸ μέγεθος τῶν ἔργων θαυμαστὸν ὡς πρὸς τὴν φιλοτεχνίαν δυσμίμητον: γὰρ εἰσελθὼν εἰς αὐτὸν οὐ δύναται ῥᾳδίως τὴν ἔξοδον εὑρεῖν, ἐὰν μὴ τύχῃ τινὸς ὁδηγοῦ παντελῶς ἐμπείρου. [3] φασὶ δέ τινες καὶ τὸν Δαίδαλον εἰς Αἴγυπτον παραβαλόντα καὶ θαυμάσαντα τὴν ἐν τοῖς ἔργοις τέχνην κατασκευάσαι τῷ βασιλεύοντι τῆς Κρήτης Μίνῳ λαβύρινθον ὅμοιον τῷ κατ᾽ Αἴγυπτον, ἐν γενέσθαι μυθολογοῦσι τὸν λεγόμενον Μινώταυρον. [4] ἀλλ᾽ μὲν κατὰ τὴν Κρήτην ἠφανίσθη τελέως, εἴτε δυνάστου τινὸς κατασκάψαντος εἴτε τοῦ χρόνου τοὖργον λυμηναμένου: δὲ κατ᾽ Αἴγυπτον ἀκέραιον τὴν ὅλην κατασκευὴν τετήρηκε μέχρι τοῦ καθ᾽ ἡμᾶς βίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: