previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλὰ περὶ μὲν τοῦ θεοῦ τούτου τὰ μυθολογούμενα πάντα διήλθομεν, νυνὶ δὲ προσθετέον ἡμῖν καὶ ὑπὲρ Ἰάσονος τὸν ὑπολειπόμενον λόγον. φασὶ γὰρ αὐτὸν ἐν Κορίνθῳ κατοικοῦντα καὶ συμβιώσαντα δεκαετῆ χρόνον Μηδείᾳ γεννῆσαι παῖδας ἐξ αὐτῆς, τοὺς μὲν πρεσβυτάτους δύο διδύμους Θετταλόν τε καὶ Ἀλκιμένην, τὸν δὲ τρίτον πολὺ νεώτερον τούτων Τίσανδρον. [2] τοῦτον μὲν οὖν τὸν χρόνον ἱστοροῦσιν ἀποδοχῆς ἀξιωθῆναι τὴν Μήδειαν ὑπὸ τοῦ ἀνδρὸς διὰ τὸ μὴ μόνον κάλλει διαφέρειν αὐτήν, ἀλλὰ καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς κεκοσμῆσθαι: μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον τοῦ χρόνου τὴν φυσικὴν εὐπρέπειαν ἀφαιρουμένου, λέγεται τὸν Ἰάσονα Γλαύκης ἐρασθέντα τῆς Κρέοντος θυγατρὸς μνηστεῦσαι τὴν παρθένον. [3] συγκαταθεμένου δὲ τοῦ πατρὸς καὶ τάξαντος ἡμέραν τοῖς γάμοις, τὸ μὲν πρῶτον ἐπιβαλέσθαι φασὶν αὐτὸν πείθειν τὴν Μήδειαν ἑκουσίως παραχωρῆσαι τῆς συμβιώσεως: βούλεσθαι γὰρ αὐτὸν γαμεῖν οὐκ ἀποδοκιμάσαντα τὴν πρὸς αὐτὴν ὁμιλίαν, ἀλλὰ τοῖς τέκνοις σπεύδοντα [p. 482] [4] συγγενῆ τὸν τοῦ βασιλέως οἶκον ποιῆσαι. ἀγανακτούσης δὲ τῆς γυναικὸς καὶ θεοὺς μαρτυρομένης τοὺς ἐπόπτας γενομένους τῶν ὅρκων, φασὶ τὸν Ἰάσονα καταφρονήσαντα τῶν ὅρκων γῆμαι τὴν τοῦ βασιλέως θυγατέρα. [5] τὴν δὲ Μήδειαν ἐξελαυνομένην ἐκ τῆς πόλεως, καὶ μίαν ἡμέραν παρὰ τοῦ Κρέοντος λαβοῦσαν εἰς τὴν τῆς φυγῆς παρασκευήν, εἰς μὲν τὰ βασίλεια νυκτὸς εἰσελθεῖν ἀλλοιώσασαν τοῖς φαρμάκοις τὴν αὑτῆς ὄψιν, καὶ τὴν οἰκίαν ὑφάψαι, ῥίζιόν τι προσθεῖσαν, εὑρημένον μὲν ὑπὸ Κίρκης τῆς ἀδελφῆς, δύναμιν δ᾽ ἔχον, ἐπὰν ἐξαφθῇ, δυσκατάσβεστον. ἄφνω δὲ φλεγομένων τῶν βασιλείων, τὸν μὲν Ἰάσονα ταχέως ἐκπηδῆσαι, τὴν δὲ Γλαύκην καὶ τὸν Κρέοντα τοῦ πυρὸς περικαταλαβόντος διαφθαρῆναι. [6] τινὲς δὲ τῶν συγγραφέων φασὶ τοὺς μὲν υἱοὺς τῆς Μηδείας δῶρα κομίσαι τῇ νύμφῃ φαρμάκοις κεχριμένα, τὴν δὲ Γλαύκην δεξαμένην καὶ τῷ σώματι περιθεμένην αὐτήν τε συμφορᾷ περιπεσεῖν καὶ τὸν πατέρα βοηθοῦντα καὶ τοῦ σώματος ἁψάμενον τελευτῆσαι. [7] τὴν δὲ Μήδειαν ἐπιτυχοῦσαν τοῖς πρώτοις ἐγχειρήμασιν οὐκ ἀποστῆναι τῆς Ἰάσονος τιμωρίας. ἐπὶ τοσοῦτο γὰρ προελθεῖν αὐτὴν ὀργῆς ἅμα καὶ ζηλοτυπίας, ἔτι δ᾽ ὠμότητος, ὥστ᾽ ἐπεὶ διέφυγε τὸν μετὰ τῆς νύμφης κίνδυνον, τῇ σφαγῇ τῶν κοινῶν τέκνων ἐμβαλεῖν αὐτὸν εἰς τὰς μεγίστας συμφοράς: πλὴν γὰρ ἑνὸς τοῦ διαφυγόντος τοὺς ἄλλους υἱοὺς ἀποσφάξαι καὶ τὰ σώματα τούτων [p. 483] ἐν τῷ τῆς Ἥρας τεμένει θάψαι καὶ μετὰ τῶν πιστοτάτων θεραπαινίδων ἔτι νυκτὸς μέσης φυγεῖν ἐκ τῆς Κορίνθου, καὶ διεκπεσεῖν εἰς Θήβας πρὸς Ἡρακλέα: τοῦτον γὰρ μεσίτην γεγονότα τῶν ὁμολογιῶν ἐν Κόλχοις ἐπηγγέλθαι βοηθήσειν αὐτῇ παρασπονδουμένῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: