previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τὴν Λιπάραν εἰς τὸ πρὸς δυσμὰς μέρος νῆσός ἐστι πελαγία, μικρὰ μὲν τὸ μέγεθος, ἔρημος δὲ καὶ διά τινα περιπέτειαν Ὀστεώδης ὀνομαζομένη. καθ᾽ ὃν γὰρ καιρὸν Καρχηδόνιοι πρὸς Συρακοσίους διαπολεμοῦντες πολλοὺς καὶ μεγάλους πολέμους δυνάμεις εἶχον ἀξιολόγους πεζάς τε καὶ ναυτικάς, περὶ δὲ τούτους τοὺς καιροὺς μισθοφόρων [p. 18] ὄντων παρ᾽ αὐτοῖς πολλῶν καὶ παντοδαπῶν τοῖς ἔθνεσιν, οὗτοι δὲ ταραχώδεις ὄντες καὶ πολλὰς καὶ μεγάλας στάσεις εἰωθότες ποιεῖσθαι, καὶ μάλιστα ὅταν τοὺς μισθοὺς εὐκαίρως μὴ λαμβάνωσιν, ἐχρήσαντο καὶ τότε τῇ συνήθει ῥᾳδιουργίᾳ τε καὶ τόλμῃ. ὄντες γὰρ τὸν ἀριθμὸν ὡς ἑξακισχίλιοι, [2] καὶ τοὺς μισθοὺς οὐκ ἀπολαμβάνοντες, τὸ μὲν πρῶτον συντρέχοντες κατεβόων τῶν στρατηγῶν, ἐκείνων δ᾽ ἀπορουμένων χρημάτων καὶ πολλάκις ἀναβαλλομένων τὰς ἀποδόσεις, ἠπείλουν τοῖς ὅπλοις ἀμυνεῖσθαι τοὺς Καρχηδονίους, καὶ τὰς χεῖρας προσέφερον τοῖς ἡγεμόσι. [3] τῆς δὲ γερουσίας ἐγκαλούσης καὶ τῆς διαφορᾶς ἀεὶ μᾶλλον ἐκκαομένης, μὲν γερουσία τοῖς στρατηγοῖς ἐν ἀπορρήτοις προσέταξεν ἀφανίσαι πάντας τοὺς ἐγκαλουμένους: οἱ δὲ λαβόντες τὰς ἐντολάς, καὶ τοὺς μισθοφόρους ἐμβιβάσαντες εἰς τὰς ναῦς, ἐξέπλευσαν ὡς ἐπί τινα πολεμικὴν χρείαν. προσπλεύσαντες δὲ τῇ προειρημένῃ νήσῳ, καὶ πάντας τοὺς μισθοφόρους ἀποβιβάσαντες εἰς αὐτήν, ἀπέπλευσαν καταλιπόντες ἐν αὐτῇ τοὺς ἐγκαλουμένους. [4] οἱ δὲ μισθοφόροι περιαλγεῖς ὄντες τῇ περιστάσει καὶ μὴ δυνάμενοι τοὺς Καρχηδονίους ἀμύνασθαι, λιμῷ διεφθάρησαν. ἐν νήσῳ δὲ μικρᾷ τοσούτων αἰχμαλώτων τελευτησάντων συνέβη τὸν τόπον ὀλίγον ὄντα πληρωθῆναι τῶν ὀστῶν: ἀφ᾽ ἧς αἰτίας νῆσος ἔτυχε τῆς προσηγορίας. οἱ μὲν οὖν μισθοφόροι τοῦτον τὸν τρόπον [p. 19] παρανομηθέντες τῆς μεγίστης συμφορᾶς ἔτυχον, ἐνδείᾳ τροφῆς διαφθαρέντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), OSTEO´DES
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: