previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ ταῖς Ῥοδίων πράξεσι τῆς κατ᾽ ἀντιπέρας Χερρονήσου ἔνια συμπεπλέχθαι συμβέβηκεν, οὐκ ἀνοίκειον ἡγοῦμαι περὶ αὐτῶν διελθεῖν. Χερρόνησος τοίνυν τὸ παλαιόν, ὡς μέν τινές φασιν, ἀπὸ τοῦ τόπου τῆς φύσεως ὄντος ἰσθμώδους ταύτης ἔτυχε τῆς προσηγορίας: ὡς δέ τινες ἀναγεγράφασιν, ἀπὸ τοῦ δυναστεύσαντος τῶν τόπων ὄνομα Χερρονήσου προσηγόρευται. [2] οὐ πολλῷ δ᾽ ὕστερον τῆς τούτου δυναστείας λέγεται πέντε Κούρητας ἐκ Κρήτης εἰς αὐτὴν περαιωθῆναι: τούτους δ᾽ ἀπογόνους γεγονέναι τῶν ὑποδεξαμένων Δία παρὰ τῆς μητρὸς Ῥέας καὶ θρεψάντων ἐν τοῖς κατὰ τὴν Κρήτην Ἰδαίοις ὄρεσι. [3] στόλῳ δ᾽ ἀξιολόγῳ πλεύσαντας εἰς [p. 86] τὴν Χερρόνησον τοὺς μὲν κατοικοῦντας αὐτὴν Κᾶρας ἐκβαλεῖν, αὐτοὺς δὲ κατοικήσαντας τὴν μὲν χώραν εἰς πέντε μέρη διελεῖν, καὶ πόλιν ἕκαστον κτίσαι θέμενον ἀφ᾽ ἑαυτοῦ τὴν προσηγορίαν. [4] οὐ πολὺ δὲ τούτων κατόπιν Ἴναχον τὸν Ἀργείων βασιλέα, ἀφανισθείσης τῆς θυγατρὸς Ἰοῦς, ἐξαποστεῖλαι Κύρνον, ἕνα τῶν ἡγεμονικῶν ἀνδρῶν, δόντα αὐτῷ στόλον ἀξιόλογον, καὶ προστάξαι ζητεῖν ἐν παντὶ τόπῳ τὴν Ἰώ, καὶ μὴ ἐπανελθεῖν, ἐὰν μὴ ταύτης ἐγκρατὴς γένηται. [5] δὲ Κύρνος ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης πλανηθεὶς καὶ μὴ δυνάμενος εὑρεῖν ταύτην, κατέπλευσε τῆς Καρίας εἰς τὴν προειρημένην Χερρόνησον: ἀπογνοὺς δὲ τὴν εἰς οἶκον ἀνακομιδὴν κατῴκησεν ἐν τῇ Χερρονήσῳ, καὶ τὰ μὲν πείσας, τὰ δ᾽ ἀναγκάσας ἐβασίλευσε μέρους τῆς χώρας καὶ πόλιν ἔκτισεν ὁμώνυμον ἑαυτῷ Κύρνον: πολιτευόμενος δὲ δημοτικῶς μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς συμπολιτευομένοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), CA´RIA
    • Dictionary of Greek and Roman Geography (1854), PERAEA
    • Smith's Bio, Cyrnus
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: