previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡρακλέα δὲ μυθολογοῦσιν ἐκ Διὸς γενέσθαι παμπόλλοις ἔτεσι πρότερον τοῦ γεννηθέντος περὶ τὴν Ἀργείαν ἐξ Ἀλκμήνης. τοῦτον δὲ μητρὸς μὲν μὴ παρειληφέναι τίνος ἦν, αὐτὸ δὲ μόνον ὅτι ῥώμῃ σώματος πολὺ τῶν ἁπάντων διενεγκὼν ἐπῆλθε τὴν οἰκουμένην, κολάζων μὲν τοὺς ἀδίκους, ἀναιρῶν δὲ τὰ τὴν χώραν ἀοίκητον ποιοῦντα θηρία: πᾶσι δ᾽ ἀνθρώποις τὴν ἐλευθερίαν περιποιήσας ἀήττητος μὲν ἐγένετο καὶ ἄτρωτος, διὰ δὲ τὰς εὐεργεσίας ἀθανάτου τιμῆς ἔτυχε παρ᾽ ἀνθρώποις. [2] τὸν δ᾽ ἐξ Ἀλκμήνης Ἡρακλέα παντελῶς νεώτερον ὄντα, καὶ ζηλωτὴν γενόμενον τῆς τοῦ παλαιοῦ προαιρέσεως, [p. 108] διὰ τὰς αὐτὰς αἰτίας τυχεῖν τε τῆς ἀθανασίας καὶ χρόνων ἐγγενομένων διὰ τὴν ὁμωνυμίαν δόξαι τὸν αὐτὸν εἶναι, καὶ τὰς τοῦ προτέρου πράξεις εἰς τοῦτον μεταπεσεῖν, ἀγνοούντων τῶν πολλῶν τἀληθές. ὁμολογοῦσι δὲ τοῦ παλαιοτέρου θεοῦ κατὰ τὴν Αἴγυπτον πράξεις τε καὶ τιμὰς ἐπιφανεστάτας διαμένειν καὶ πόλιν ὑπ᾽ ἐκείνου κτισθεῖσαν. [3] Βριτόμαρτιν δὲ τὴν προσαγορευομένην Δίκτυνναν μυθολογοῦσι γενέσθαι μὲν ἐν Καινοῖ τῆς Κρήτης ἐκ Διὸς καὶ Κάρμης τῆς Εὐβούλου τοῦ γεννηθέντος ἐκ Δήμητρος: ταύτην δ᾽ εὑρέτιν γενομένην δικτύων τῶν εἰς κυνηγίαν προσαγορευθῆναι Δίκτυνναν, καὶ τὰς μὲν διατριβὰς ποιήσασθαι μετὰ τῆς Ἀρτέμιδος, ἀφ᾽ ἧς αἰτίας ἐνίους δοκεῖν τὴν αὐτὴν εἶναι Δίκτυννάν τε καὶ Ἄρτεμιν, θυσίαις δὲ καὶ ναῶν κατασκευαῖς τετιμῆσθαι παρὰ τοῖς Κρησὶ τὴν θεὸν ταύτην. [4] τοὺς δ᾽ ἱστοροῦντας αὐτὴν ὠνομάσθαι Δίκτυνναν ἀπὸ τοῦ συμφυγεῖν εἰς ἁλιευτικὰ δίκτυα, διωκομένην ὑπὸ Μίνω συνουσίας ἕνεκα, διημαρτηκέναι τῆς ἀληθείας: οὔτε γὰρ τὴν θεὸν εἰς τοιαύτην ἀσθένειαν ἐλθεῖν πιθανὸν ὑπάρχειν ὥστε προσδεηθῆναι τῆς παρ᾽ ἀνθρώπων βοηθείας, τοῦ μεγίστου τῶν θεῶν οὖσαν θυγατέρα, οὔτε τῷ Μίνῳ δίκαιον προσάπτειν τοιαύτην ἀσέβειαν, παραδεδομένῳ συμφώνως δικαίαν προαίρεσιν καὶ βίον ἐπαινούμενον ἐζηλωκέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: