previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αἱ δὲ ἄλλαι πράξεις αἵ τε κατὰ τοὺς πολέμους ὑπὸ τοῦ ἀνδρὸς γενόμεναι καὶ αἱ κατὰ τὴν πόλιν, ὧν ἄν τις καὶ λόγον ποιήσαιτ᾽ ἐν ἱστορίας γραφῇ, τοιαῦταί τινες παραδίδονται. [2] πολλῶν περιοικούντων τὴν Ῥώμην ἐθνῶν μεγάλων τε καὶ τὰ πολέμια ἀλκίμων, ὧν οὐδὲν ἦν τοῖς Ῥωμαίοις φίλιον, οἰκειώσασθαι ταῦτα βουληθεὶς ἐπιγαμίαις, ὅσπερ ἐδόκει τοῖς παλαιοῖς τρόπος εἶναι βεβαιότατος τῶν συναπτόντων φιλίας, ἐνθυμούμενος δὲ ὅτι βουλόμεναι μὲν αἱ πόλεις οὐκ ἂν συνέλθοιεν αὐτοῖς ἄρτι τε συνοικιζομένοις καὶ οὔτε χρήμασι δυνατοῖς οὔτε λαμπρὸν ἔργον ἐπιδεδειγμένοις οὐδέν, βιασθεῖσαι δὲ εἴξουσιν εἰ μηδεμία γένοιτο περὶ τὴν ἀνάγκην ὕβρις, γνώμην ἔσχεν, καὶ Νεμέτωρ πάππος αὐτοῦ προσέθετο, δἰ ἁρπαγῆς παρθένων ἀθρόας γενομένης ποιήσασθαι τὰς ἐπιγαμίας. [3] γνοὺς δὲ ταῦτα θεῷ μὲν εὐχὰς τίθεται πρῶτον ἀπορρήτων βουλευμάτων ἡγεμόνι, ἐὰν πεῖρα αὐτῷ χωρήσῃ κατὰ νοῦν θυσίας καὶ ἑορτὰς ἄξειν καθ᾽ ἕκαστον ἐνιαυτόν: ἔπειτα τῷ συνεδρίῳ τῆς γερουσίας ἀνενέγκας τὸν λόγον, ἐπειδὴ κἀκείνοις τὸ βούλευμα ἤρεσκεν, ἑορτὴν προεῖπε καὶ πανήγυριν ἄξειν Ποσειδῶνι καὶ περιήγγελλεν εἰς τὰς ἔγγιστα πόλεις καλῶν τοὺς βουλομένους ἀγορᾶς τε μεταλαμβάνειν καὶ ἀγώνων: καὶ γὰρ ἀγῶνας ἄξειν ἔμελλεν ἵππων τε καὶ ἀνδρῶν παντοδαπούς. [4] συνελθόντων δὲ [p. 197] πολλῶν ξένων εἰς τὴν ἑορτὴν γυναιξὶν ἅμα καὶ τέκνοις, ἐπειδὴ τάς τε θυσίας ἐπετέλεσε τῷ Ποσειδῶνι καὶ τοὺς ἀγῶνας, τῇ τελευταίᾳ τῶν ἡμερῶν, διαλύσειν ἔμελλε τὴν πανήγυριν, παράγγελμα δίδωσι τοῖς νέοις, ἡνίκ᾽ ἂν αὐτὸς ἄρῃ τὸ σημεῖον ἁρπάζειν τὰς παρούσας ἐπὶ τὴν θέαν παρθένους, αἷς ἂν ἐπιτύχωσιν ἕκαστοι, καὶ φυλάττειν ἁγνὰς ἐκείνην τὴν νύκτα, τῇ δ᾽ [5] ἑξῆς ἡμέρᾳ πρὸς ἑαυτὸν ἄγειν. οἱ μὲν δὴ νέοι διαστάντες κατὰ συστροφάς, ἐπειδὴ τὸ σύνθημα ἀρθὲν εἶδον τρέπονται πρὸς τὴν τῶν παρθένων ἁρπαγήν, ταραχὴ δὲ τῶν ξένων εὐθὺς ἐγένετο καὶ φυγὴ μεῖζόν τι κακὸν ὑφορωμένων. τῇ δ᾽ ἑξῆς ἡμέρᾳ προαχθεισῶν τῶν παρθένων, παραμυθησάμενος αὐτῶν τὴν ἀθυμίαν Ῥωμύλος, ὡς οὐκ ἐφ᾽ ὕβρει τῆς ἁρπαγῆς ἀλλ᾽ ἐπὶ γάμῳ γενομένης, Ἑλληνικόν τε καὶ ἀρχαῖον ἀποφαίνων τὸ ἔθος καὶ τρόπων συμπάντων καθ᾽ οὓς συνάπτονται γάμοι ταῖς γυναιξὶν ἐπιφανέστατον, ἠξίου στέργειν τοὺς δοθέντας αὐταῖς ἄνδρας ὑπὸ τῆς τύχης: [6] καὶ μετὰ τοῦτο διαριθμήσας τὰς κόρας ἑξακοσίας τε καὶ ὀγδοήκοντα καὶ τρεῖς εὑρεθείσας κατέλεξεν αὖθις ἐκ τῶν ἀγάμων ἄνδρας ἰσαρίθμους, οἷς αὐτὰς συνήρμοττε κατὰ τοὺς πατρίους ἑκάστης ἐθισμούς, ἐπὶ κοινωνίᾳ πυρὸς καὶ ὕδατος ἐγγυῶν τοὺς γάμους, ὡς καὶ μέχρι τῶν καθ᾽ ἡμᾶς ἐπιτελοῦνται χρόνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: