previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] ἦν γὰρ ἱερὸν ἐν τῇ πόλει ταύτῃ ἅγιον καὶ πολὺν χρυσὸν ἐκ παντὸς τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον, ἐν χρυσός τις ἄβυσσος, ἀόρατος τοῖς πολλοῖς κατὰ γῆς κείμενος. ὑπὸ τούτων ἐξαπατηθεὶς τῶν κολάκων καὶ διὰ τὴν ἀνάγκην κρείττονα παντός, τοῖς εἰσηγησαμένοις τὴν γνώμην ἀνδράσι διακόνοις τῆς ἱεροσυλίας ἐχρήσατο, καὶ τὸν ἐξελαθέντα χρυσὸν ἐκ τοῦ ἱεροῦ ναυσὶν ἐνθέμενος μετὰ τῶν ἄλλων χρημάτων ἀπέστειλεν εἰς Τάραντα πολλῆς μεστὸς εὐθυμίας γενόμενος. Vales. ετ συιδας ς. ϝ. Πύρρος. [p. 330] δὲ δικαία πρόνοια τὴν αὑτῆς δύναμιν ἀπεδείξατο. ὡς γὰρ ἀνήχθησαν αἱ νῆες ἀπὸ τοῦ λιμένος, τὴν μὲν ἀπόγειον αὖραν λαβοῦσαι προέκοψαν: ἄνεμος δ᾽ ἐναντίος γενόμενος καὶ δι᾽ ὅλης νυκτὸς κατασχὼν ἃς μὲν κατέκλυσεν, ἃς δ᾽ εἰς τὸν τῆς Σικελίας πορθμὸν ἐξέβαλεν, ἐν αἷς δὲ παρεκομίζετο τὰ ἀναθήματα καὶ προσενεχθεὶς ἐκ τῶν ἀναθημάτων χρυσὸς ἐπὶ τοὺς Λοκροὺς ἐξώκειλεν αἰγιαλούς: καὶ τοὺς μὲν πλέοντας ἐν αὐταῖς ἐν τῇ παλιρροίᾳ τῶν κυμάτων κατακλυζομένους διέφθειρε, τὰ δ᾽ ἱερὰ χρήματα διασπασθεισῶν τῶν νεῶν ἐπὶ τὰς ἔγγιστα τῶν Λοκρῶν θῖνας ἐξέβρασεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: