previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀφικομένων δὲ τῶν πρεσβευτῶν εἰς Ῥώμην ὑποπτεύσας Τύλλος, ὅτι δίκας αἰτήσοντες ἥκοιεν, [p. 272] αὐτὸς τοῦτο ποιῆσαι πρότερος ἔγνω περιστῆσαι βουλόμενος εἰς ἐκείνους τὴν αἰτίαν τοῦ λύειν τὰ πρὸς τὴν ἀποικίαν συγκείμενα. συνθῆκαι γὰρ ἦσαν ταῖς πόλεσιν ἐπὶ Ῥωμύλου γενόμεναι τά τε ἄλλα ἔχουσαι δίκαια καὶ ἵνα μηδετέρα πολέμου ἄρχῃ: δ᾽ ἐγκαλοῦσα τι δή ποτε ἀδίκημα δίκας αἰτοῖ παρὰ τῆς ἀδικούσης, εἰ δὲ μὴ τυγχάνοι τότε τὸν ἐξ ἀνάγκης ἐπιφέροι πόλεμον, ὡς λελυμένων ἤδη τῶν σπονδῶν. [2] φυλαττόμενος δὲ τὸ μὴ προτέρους αἰτηθέντας δίκας Ῥωμαίους ἀντειπεῖν, ἔπειτα ὑπαιτίους Ἀλβανοῖς γενέσθαι, προσέταξε τοῖς ἐπιφανεστάτοις τῶν ἑαυτοῦ φίλων τοὺς Ἀλβανῶν πρέσβεις ξενίζειν ἁπάσῃ φιλοφροσύνῃ καὶ κατέχειν ἔνδον παρ᾽ ἑαυτοῖς: αὐτὸς δ᾽ ἐν ἀσχολίαις εἶναι τισὶν ἀναγκαίοις σκηψάμενος διεκρούσατο [3] τὴν πρόσοδον αὐτῶν. τῇ δ᾽ ἔγγιστα νυκτὶ Ῥωμαίων ἄνδρας ἐπιφανεῖς ἐντειλάμενος αὐτοῖς χρὴ πράττειν ἀπέστειλεν εἰς Ἄλβαν ἅμα τοῖς εἰρηνοδίκαις αἰτήσοντας ὑπὲρ ὧν ἠδίκηντο Ῥωμαῖοι δίκας παρ᾽ Ἀλβανῶν λαβεῖν, οἳ πρὶν ἥλιον ἀνίσχειν διανύσαντες τὴν ὁδὸν πληθυούσης τῆς ἑωθινῆς ἀγορᾶς ἐντυγχάνουσι τῷ Κλοιλίῳ κατ᾽ ἀγορὰν ὄντι καὶ διεξιόντες ὅσα ἠδίκηντο Ῥωμαῖοι πρὸς Ἀλβανῶν ἠξίουν πράττειν τὰ συγκείμενα ταῖς πόλεσιν. [4] δὲ Κλοίλιος, ὡς Ἀλβανῶν προτέρων ἀπεσταλκότων εἰς Ῥώμην τοὺς αἰτήσοντας δίκας καὶ μηδὲ ἀποκρίσεως [p. 273] ἠξιωμένων, ἀπιέναι τοὺς Ῥωμαίους ἐκέλευσεν ως παραβεβηκότας τὰς ὁμολογίας καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον. ἀπαλλαττόμενος δὲ τῆς πρεσβείας ἡγεμὼν τοῦτ᾽ ἠξίωσεν ἀκοῦσαι παρ᾽ αὐτοῦ μόνον, εἰ παραβαίνειν τὰς σπονδὰς ὁμολογεῖ τοὺς προτέρους αἰτηθέντας δίκας καὶ μηδὲν ὑπομείναντας ποιεῖν τῶν ὁσίων. [5] ὁμολογήσαντος δὲ τοῦ Κλοιλίου, μαρτύρομαι τοίνυν, ἔφη, τοὺς θεούς, οὓς ἐποιησάμεθα τῶν σπονδῶν μάρτυρας, ὅτι Ῥωμαίοις οὐ τυχοῦσι τῶν δικαίων προτέροις ὅσιος κατὰ τῶν παραβάντων τὰς σπονδὰς πόλεμος ἔσται, οἱ δὲ πεφευγότες τοῦτο τὸ δίκαιον ὑμεῖς ἐστε, ὡς αὐτὰ τὰ ἔργα δηλοῖ. πρότεροί τε γὰρ αἰτηθέντες τὸ δίκαιον οὐχ ὑπέσχετε καὶ πρότερον τὸν πόλεμον ἡμῖν προειρήκατε. τοιγάρτοι τοὺς ἀμυνουμένους ὑμᾶς προσδέχεσθε μετὰ τῶν ὅπλων οὐκ εἰς μακράν. [6] ταῦτα παρὰ τῶν πρεσβευτῶν ἀφικομένων εἰς Ῥώμην ἀκούσας Τύλλος, τότε τοὺς Ἀλβανοὺς προσάγειν ἐκέλευσε καὶ περὶ ὧν ἥκουσι λέγειν. ἀπαγγειλάντων δ᾽ αὐτῶν ὅσα προσέταξεν Κλοίλιος καὶ τὸν πόλεμον ἀπειλούντων εἰ μὴ τεύξονται τῆς δίκης, Ἐγὼ πρότερος ὑμῶν, ἔφη, τοῦτο πεποίηκα καὶ μηδὲν εὑρόμενος ὧν ἐκέλευον αἱ συνθῆκαι... φαίνονται παρ᾽ ὑμῶν προτέρων αὗται λελυμέναι τε καὶ μηδενὸς λόγου ἠξιωμέναι: ὅθεν δὴ τὸν ἀναγκαῖόν τε καὶ δίκαιον Ἀλβανοῖς παραγγέλλω πόλεμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: