previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐκ δὲ τοῦ Σαβίνων ἔθνους αὖθις ἕτεροί τινες τῆς Ῥωμαίων οὔπω πεπειραμένοι δυνάμεως, πόλιν οἰκοῦντες εὐδαίμονα καὶ μεγάλην, ἐγκαλεῖν μὲν αὐτοῖς οὐδὲν ἔχοντες, φθονεῖν δὲ ταῖς εὐτυχίαις ἀναγκαζόμενοι μείζοσιν κατὰ λόγον γινομέναις, ἄνθρωποι δεινοὶ τὰ πολέμια τὸ μὲν πρῶτον ἀπὸ λῃστηρίων καὶ καταδρομῆς ἀγρῶν ὀλίγοι συνελθόντες ἤρξαντο, ἔπειτα δελεαζόμενοι ταῖς ὠφελείαις φανερὰν ποιοῦνται στρατείαν ἐπ᾽ αὐτοὺς καὶ τῆς ὁμόρου πολλὴν λεηλατοῦντες ἐκάκωσαν ἰσχυρῶς. [2] οὐ μὴν ἐξεγένετό γε αὐτοῖς οὔτε τὰς ὠφελείας ἀπἄγειν οὔτ᾽ αὐτοῖς ἀθώοις ἀπελθεῖν, ἀλλ᾽ ἐκβοηθήσας κατὰ σπουδὴν τῶν Ῥωμαίων βασιλεὺς καὶ πλησίον τῆς ἐκείνων παρεμβολῆς θέμενος τὸν χάρακα προελθεῖν [3] αὐτοὺς ἠνάγκασεν εἰς μάχην. ἐγένετο μὲν οὖν μέγας ἀγὼν καὶ πολλοὶ παρ᾽ ἀμφοτέρων ἔπεσον, ἐκράτησαν δὲ Ῥωμαῖοι κατὰ τὸ ἔμπειρόν τε καὶ φιλόπονον, ὧν [p. 357] ἐθάδες ἦσαν ἐκ πλείστου, καὶ περιεγένοντο παρὰ πολὺ τῶν Σαβίνων τοῖς τε φεύγουσιν αὐτῶν ἐπὶ τὸν χάρακα σποράσι καὶ ἀσυντάκτοις ἐκποδὸς ἑπόμενοι πολὺν ἐποίουν φόνον. [4] κρατήσαντες δὲ καὶ τῆς παρεμβολῆς αὐτῶν παντοδαπῶν χρημάτων γεμούσης καὶ τοὺς αἰχμαλώτους, οὓς ἔλαβον οἱ Σαβῖνοι κατὰ τὰς προνομάς, ἀπολαβόντες ἀπῄεσαν ἐπ᾽ οἴκου. αἱ μὲν δὴ πολεμικαὶ πράξεις τοῦδε τοῦ βασιλέως αἱ μνήμης καὶ λόγου παρὰ Ῥωμαίοις τυγχάνουσαι τοιαίδε τινὲς λέγονται γενέσθαι: πολιτικαὶ δὲ ἃς ἔρχομαι λέξων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: