previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4] εἰ μὲν οὖν θρασύτερον ἐπὶ τὸν ἀγῶνα ὥρμησαν Ἀλβανοὶ Ῥωμαίων καταφρονήσαντες καὶ μιᾷ κρῖναι μάχῃ τὰ ὅλα διέγνωσαν, οὐθὲν ἂν τὸ κωλῦον ἦν τόν τε κατασκευασθέντα δόλον ἐπ᾽ αὐτοῖς λεληθέναι καὶ διεφθάρθαι τὰ στρατεύματα αὐτῶν ἀμφότερα: νῦν δὲ διατριβὴ τοῦ πολέμου παράδοξος ἅπασι γενομένη καὶ χρόνος ἐν παρεσκευάζοντο πολὺς ἐφελκυσθεὶς διέχεεν αὐτῶν τὰ βουλεύματα. τῶν γὰρ ἐκ τῆς συνωμοσίας τινές, εἴτε οἰκεῖα κέρδη περιβαλέσθαι ζητοῦντες εἴτε τοῖς κορυφαιοτάτοις τῶν σφετέρων καὶ τὸ ἔργον εἰσηγησαμένοις φθονοῦντες εἴτε μήνυσιν ἑτέρων δεδιότες, τι πολλοῖς συνέβη παθεῖν ἐν ταῖς πολυανθρώποις καὶ χρονιζομέναις συνωμοσίαις, εἴτε ὑπὸ θείας ἀναγκαζόμενοι γνώμης οὐκ ἀξιούσης ἔργον ἀνόσιον εἰς εὐτυχὲς κατασκῆψαι τέλος μηνυταὶ γίνονται τοῖς πολεμίοις τοῦ δόλου. [p. 279]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: