previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] ἐπεὶ δὲ Τύλλιον ἀποκτείνας Ταρκύνιος σὺν ἄλλοις ἀνδράσι πολλοῖς καὶ ἀγαθοῖς καὶ τὸν ἐκείνου πατέρα διεχρήσατο ἀφανεῖ θανάτῳ δι᾽ οὐδὲν μὲν ἀδίκημα, τοῦ δὲ πλούτου προαχθεὶς εἰς ἐπιθυμίαν, ὃν ἐκ παλαιᾶς τε καὶ προγονικῆς παραλαβὼν εὐτυχίας ἐκέκτητο, καὶ σὺν αὐτῷ τὸν πρεσβύτερον υἱὸν εὐγενές τι φρόνημα διαφαίνοντα καὶ τὸ μὴ τιμωρῆσαι τῷ θανάτῳ τοῦ πατρὸς οὐκ ἂν ὑπομείναντα, νέος ὢν Βροῦτος ἔτι καὶ κομιδῇ βοηθείας συγγενικῆς ἔρημος ἔργον ἐπεχείρησε ποιῆσαι πάντων φρονιμώτατον, ἐπίθετον ἑαυτοῦ καταψεύσασθαι μωρίαν: καὶ διέμεινεν ἅπαντα τὸν ἐξ ἐκείνου [p. 113] χρόνον, ἕως οὗ τὸν ἐπιτήδειον ἔδοξε καιρὸν ἔχειν, φυλάττων τὸ προσποίημα τῆς ἀνοίας, ἐξ οὗ ταύτης ἔτυχε τῆς ἐπωνυμίας: τοῦτ᾽ αὐτὸν ἐρρύσατο μηδὲν δεινὸν ὑπὸ τοῦ τυράννου παθεῖν πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν ἀπολλυμένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: